Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.307 Joseph. AJ 5.312 (English) >>Joseph. AJ 5.317

5.310 δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατʼ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθʼ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ. 5.311τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι τὰς κόμας αὐτοῦ ἐμήνυσεν. 5.312ὡς δʼ οὐδὲ τούτου γενομένου ἀληθὲς ηὑρίσκετο, δεομένης τελευταῖον Σαμψών, ἔδει γὰρ αὐτὸν συμφορᾷ περιπεσεῖν, χαρίζεσθαι βουλόμενος τῇ Δαλάλῃ, “ἐμοῦ, φησίν, θεὸς κήδεται καὶ κατὰ τὴν ἐκείνου πρόνοιαν γεννηθεὶς κόμην ταύτην τρέφω παρεγγυήσαντος μὴ ἀποκείρειν τοῦ θεοῦ· τὴν γὰρ ἰσχὺν εἶναί μοι κατὰ τὴν ταύτης αὔξησιν καὶ παραμονήν”. 5.313ταῦτα μαθοῦσα καὶ στερήσασα τῆς κόμης αὐτὸν παραδιδοῖ τοῖς πολεμίοις οὐκέτʼ ὄντα ἰσχυρὸν ἀμύνασθαι τὴν ἔφοδον αὐτῶν. οἱ δʼ ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμοὺς δεδεμένον ἄγειν παρέδοσαν. 5.314

Προϊόντος δὲ τοῦ χρόνου ηὔξετο κόμη τῷ Σαμψῶνι, καὶ ἑορτῆς οὔσης τοῖς Παλαιστίνοις δημοτελοῦς καὶ τῶν ἀρχόντων καὶ γνωριμωτάτων ἐν ταὐτῷ εὐωχουμένων, οἶκος δʼ ἦν δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον, ἄγεται μεταπεμψαμένων Σαμψὼν εἰς τὸ συμπόσιον, ὅπως ἐνυβρίσωσιν αὐτῷ παρὰ τὸν πότον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.307 Joseph. AJ 5.312 (English) >>Joseph. AJ 5.317

Powered by PhiloLogic